Add parallel Print Page Options

37 Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· [a]καὶ μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε· 38 δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον [b]σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· [c]ᾧ γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.

39 Εἶπεν δὲ [d]καὶ παραβολὴν αὐτοῖς· Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον [e]ἐμπεσοῦνται; 40 οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν [f]διδάσκαλον, κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ. 41 τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; 42 [g]πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου· Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις [h]τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν.

43 Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ [i]πάλιν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. 44 ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου [j]σταφυλὴν τρυγῶσιν. 45 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας [k]αὐτοῦ προφέρει τὸ ἀγαθόν, καὶ ὁ [l]πονηρὸς ἐκ τοῦ [m]πονηροῦ προφέρει τὸ πονηρόν· ἐκ γὰρ [n]περισσεύματος καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.

46 Τί δέ με καλεῖτε· Κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; 47 πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· 48 ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν [o]διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν. 49 ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρηξεν ὁ ποταμός, καὶ [p]εὐθὺς συνέπεσεν, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:37 καὶ WH NIV ] – Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38 σεσαλευμένον WH Treg NIV ] καὶ σεσαλευμένον καὶ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38 ᾧ γὰρ μέτρῳ WH Treg NIV ] Τᾧ γὰρ αὐτῷ μέτρῳ ᾧ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:39 καὶ WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:39 ἐμπεσοῦνται WH Treg NIV ] πεσοῦνται RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:40 διδάσκαλον WH Treg NIV ] + αὐτοῦ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:42 πῶς WH NIV ] ἢ πῶς Treg RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:42 τὸ κάρφος … σου ἐκβαλεῖν WH NIV ] ἐκβαλεῖν τὸ κάρφος … σου Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:43 πάλιν WH Treg NIV ] – RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:44 σταφυλὴν τρυγῶσιν WH Treg NIV ] τρυγῶσιν σταφυλήν RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 αὐτοῦ Treg RP ] – WH NIV
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 πονηρὸς WH Treg NIV ] + ἄνθρωπος RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 πονηροῦ WH Treg NA ] + θησαυροῦ τῆς καρδίας αὑτοῦ NIV RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:45 περισσεύματος WH Treg NIV ] τοῦ περισσεύματος τῆς RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:48 διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν WH Treg NIV ] τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:49 εὐθὺς συνέπεσεν WH Treg NIV ] εὐθὲως ἔπεσεν RP